Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.157 Joseph. AJ 1.163 (English) >>Joseph. AJ 1.168

1.161

Λιμοῦ δὲ χρόνοις ὕστερον τὴν Ἰουδαίαν καταλαβόντος Ἅβραμος Αἰγυπτίους εὐδαιμονεῖν πυθόμενος μεταίρειν πρὸς αὐτοὺς ἦν πρόθυμος τῆς τε ἀφθονίας τῆς ἐκείνων μεθέξων καὶ τῶν ἱερέων ἀκροατὴς ἐσόμενος ὧν λέγοιεν περὶ θεῶν· γὰρ κρείσσοσιν εὑρεθεῖσι κατακολουθήσειν μετακοσμήσειν αὐτοὺς ἐπὶ τὸ βέλτιον αὐτὸς ἄμεινον φρονῶν. 1.162ἐπαγόμενος δὲ καὶ τὴν Σάρραν καὶ φοβούμενος τὸ πρὸς τὰς γυναῖκας τῶν Αἰγυπτίων ἐπιμανές, μὴ διὰ τὴν εὐμορφίαν τῆς γυναικὸς βασιλεὺς αὐτὸν ἀνέλῃ, τέχνην ἐπενόησε τοιαύτην· ἀδελφὸς αὐτῆς εἶναι προσεποιήσατο κἀκείνην τοῦθʼ ὑποκρίνασθαι, συμφέρειν γὰρ αὐτοῖς, ἐδίδαξεν. 1.163ὡς δʼ ἧκον εἰς τὴν Αἴγυπτον, ἀπέβαινε τῷ Ἁβράμῳ καθὼς ὑπενόησε· τὸ γὰρ κάλλος ἐξεβοήθη τῆς γυναικὸς αὐτοῦ· διὸ καὶ Φαραώθης βασιλεὺς τῶν Αἰγυπτίων οὐ τοῖς περὶ αὐτῆς λεγομένοις ἀρκεσθεὶς ἀλλὰ καὶ θεάσασθαι σπουδάσας οἷός τε ἦν ἅψασθαι τῆς Σάρρας. 1.164ἐμποδίζει δὲ αὐτοῦ θεὸς τὴν ἄδικον ἐπιθυμίαν νόσῳ τε καὶ στάσει τῶν πραγμάτων· καὶ θυομένῳ περὶ ἀπαλλαγῆς κατὰ μῆνιν θεοῦ τὸ δεινὸν αὐτῷ παρεῖναι ἀπεσήμαινον οἱ ἱερεῖς, ἐφʼ οἷς ἠθέλησεν ὑβρίσαι τοῦ ξένου τὴν γυναῖκα. 1.165 δὲ φοβηθεὶς ἠρώτα τὴν Σάρραν, τίς τε εἴη καὶ τίνα τοῦτον ἐπάγοιτο, πυθόμενός τε τὴν ἀλήθειαν Ἅβραμον παρῃτεῖτο· νομίζων γὰρ ἀδελφὴν ἀλλʼ οὐ γυναῖκα αὐτοῦ σπουδάσαι περὶ αὐτὴν συγγένειαν ποιήσασθαι βουλόμενος, ἀλλʼ οὐκ ἐνυβρίσαι κατʼ ἐπιθυμίαν ὡρμημένος· δωρεῖταί τε αὐτὸν πολλοῖς χρήμασι, καὶ συνῆν Αἰγυπτίων τοῖς λογιωτάτοις τήν τε ἀρετὴν αὐτῷ καὶ τὴν ἐπʼ αὐτῇ δόξαν ἐντεῦθεν ἐπιφανεστέραν συνέβη γενέσθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.157 Joseph. AJ 1.163 (English) >>Joseph. AJ 1.168

Powered by PhiloLogic